Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι,
  2. καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ·
  1. ς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίγει,
  2. καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται,
  3. κατέναντι παντὸς πασσάλου καθήσεται,
  4. καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν.
  1. χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς,
  2. καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς.
  1. δόσις Κυρίου γυνὴ σιγηρά,
  2. (8)καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς·
  1. χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά,
  2. καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς.
  1. ἥλιος ἀνατέλλων ἐν ὑψίστοις Κυρίου,
  2. καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτοῦ·
  1. λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας,
  2. καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ·
  1. στύλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρῆς.
  2. καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς.
  1. Επὶ 1 δυσὶ λελύπηται ἡ καρδία μου,
  2. [*](6 αλγος] γ sup ras A⁰ | επικοινωνουσα] α sup ras 2 lilt Aᵃ 7 ο δρασ- U+05D0A σομενος] om ο A 8 αυτης] ς sup ras B | ου] + μη U+05D0Α | συγκαλυφει BᵃᵇA (αλυψει sup ras A vid) 9 πορνια U+05D0 10 αδιατρέπτως] αδια- στρεπτω· U+05D0 ἀδιατρέπτῳ A | ευρῃ inceb U+05D0* (ευρουσα U+05D01 11 ὀφθαλμοῦ] οφθαλμῶν U+05D0* (μου U+05D0c.a) seq ras 1 lit A | πλημμελησει A 12 το στομα] om το U+05D0c.a | ανοιγει] ανοιξει U+05D0c.a Α | και ενοντι] κατεναντι U+05D0* (και εν. B?) 13 τον ανδρα] om τον U+05D0Α | πιαινει U+05D0 15 ενκρατους A | ψυχης] +αυτης U+05D0c.a 16 αυτου] αυτης Bᵃ?U+05D0A 18 χρυσεοι] χρυσεως A | στερνοις] πτερνοις U+05D0* (στ· U+05D0c.a) | ευσταθους] ευσταθμοις U+05D0* (ευσταθους U+05D0c.a))
    698
    [*](Β)
  3. καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν·
  4. (26)ἀνὴρ πολεμιστὴς ὑστερῶν δι᾿ νδειαν,
  5. καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν,
  6. (27)ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν·
  7. ὁ κύριος ἑτοιμάσει εἰς ῥομφαίkαν αὐτόν.
  1. Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας.
  2. καὶ οὐ δικαιωθήσεται κάπηλος ἀσὸ ἁμαρτίας.
  1. χάριν ἀδιαφόρου πολλοὶ ἥμαρτον,
  2. καὶ ὁ ζητῶν πληθῦναι ἀποστρέψει ὀφθαλμόν.
  1. ἀνὰ μέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος,
  2. καὶ ἀνὰ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται
  3. ἁμαρτία.
  1. ἐὰν μὴ ἐν φόβῳ Κυρίου κρατήσῃ κατὰ σπουδήν,
  2. ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος.
  1. ἐν σείσματι κοσκίνου διαμένει κοπρία,
  2. οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ.
  1. σκεύη κεραμέως δοκιμάζει κάμινος,
  2. καὶ πειρασμὸς ἀνθρώπου ἐυ διαλογισμῷ αὐτοῦ.
  1. γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ,
  2. οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου.
  1. πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα,
  2. οὗτος γὰρ πειρασμὸς ἀνθρώπων.
  1. ἐὰν διώκῃς τὸ δίκαιον, καταλήμψῃ,
  2. καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης.
  1. πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει,
  2. καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει.
  1. λέων θῆραν ἐνεδρεύει,
  2. οὕτως ἁμαρτίαι ἐργαζομένους ἄδικα.