Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι,
  2. καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ·
  1. ς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίγει,
  2. καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται,
  3. κατέναντι παντὸς πασσάλου καθήσεται,
  4. καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν.
  1. χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς,
  2. καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς.
  1. δόσις Κυρίου γυνὴ σιγηρά,
  2. (8)καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς·
  1. χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά,
  2. καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς.
  1. ἥλιος ἀνατέλλων ἐν ὑψίστοις Κυρίου,
  2. καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτοῦ·