Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη
- πγυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς.
- καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν
- καὶ πληγὴ καρδίας γυνὴ πονηρά·
- (32)χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα,
- ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς.
- ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας.
- καὶ δι αὐτὴν ἀποθνήσκομεν πάντες.
- μὴ δῷς υδατι διέξοδον,
- μηδέ γυναικὶ πονηρῷ ἐξουσίαν·
- εἰ μὴ πορεύεται κατὰ χεῖρά σου,
- (36)ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.
- Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ,
- καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος.
- γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς,
- καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ.
- γυνὴ ἀγαθὴ μερὶς ἀγαθή,
- ἐν μερίδι φοβουμένων Κύρον δοθήσεται.
- τλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή,
- ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν.
- ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου,
- καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθηνδιαβολὴν
- (⁹)πόλεως, καὶ ἐκκλησίαν ὄχλου, [*](U+05D0A)[*](18 ανεστεναξε * (ξεν U+05D0c.a) | πικρα] μεικρα (πεικρα U+05D0?) 19 κακιαι sup ras B¹ fort 20 ησυχω sup ras Aᵃ 21 καλλος] καλλους U+05D0c.a) γυναικα] + εν καλλει Μ (λλι) A 25 εξουσιαν] παρρησιαν U+05D0A 26 χειρας U+05D0 XXVI 1 αγαθης] pr ο U+05D0* (improb et ras U+05D01 (vid) | αριθμος] pr ο A | διπλασιον A 3 Κυρίον] pr τον A 4 om δε U+05D0c.a 5 ηὐλαβηθη U+05D0A | η καρδια] om η A | εδεηθην] εδοθην U+05D0* εφοβηθην U+05D0c.aA | διαβολην] η sup ras Aᵃ | om οχλου A* (hab Aᵃ))
- (7)καὶ καταψευσμόν, ὑπέρ θάνατον πάντα μοχθηρά.
697
- 6ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικί,
- καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα.
- βοοζύγιον σαλευόμενον γυνὴ πονηρά,
- ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου.
- ὀργὴ μεγάλη γυνὴ μέθυσος,
- καὶ ἀσχημοσύνην αὐτῆς οὐ συνκαλύψει.
- πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν,
- καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται.
- ἐπ ὶ θυγατρὶ ἀδιατρέπτως στερέωσον φυλακήν,
- ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται·
- ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι,
- καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ·
- ς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίγει,
- καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται,
- κατέναντι παντὸς πασσάλου καθήσεται,
- καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν.
- χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς,
- καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς.
- δόσις Κυρίου γυνὴ σιγηρά,
- (8)καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς·
- χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά,
- καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς.