Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πρὸ τοῦ αἰῶνος ἀπʼ ἀρχῆς ἔκτισέν με.
  2. καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπαω.
  1. ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα,
  2. (15)καὶ οὕτως ἐν Σειῶν ἐστηρίχθην·
  1. ἐν πόλει ἠγαπημένῃ ὀμοίαως με κατέπαυσεν,
  2. καὶ ἐν Ἰερουσαλὴμ ἡ ἐξουσία μου·
[*](U+05D0A)[*](26 καταλειφις A X X IV 1 tit σοφιας αινεσις U+05D0A | η σοφια] om η U+05D0* vid (hab U+05D0?⁽ᵐᵍ sinistr) | καυχησοντ, A 2 στομα] pr το U+05D0 3 ομιχλην A 6 κυμασι U+05D0 | om και 3⁰ U+05D0* (hab Νc.a) | εκτησαμην] ηγησαμην U+05D0c.a 7 εζη- τησα αναπαυσιν A 8 κτισας] κτιστης U+05D0* (κτισας U+05D0¹ c.a) | om εν 10 A | Ιακωβ· A | κατακληρονομηθητι] κληρονομηθητι A 9 απαρχην A | post A | Σιων Bᵇ (ira saepins) 11 om με U+05D0 | η εξουσια] εξουσιαν A)
693
  1. καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ.
  2. [*](B)
  3. ἐν μερίδι Κυρίου κληρονομίας αὐτοῦ.
  1. ὡς κέδρος ἀνυψώθην ἐν τῷ ΑΛιβάνῳ,
  2. καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Ἀερμών·
  1. ὁς φοίνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς,
  2. καὶ ὡς φυτὰ ὸόδου ἐν Ἰερειχώ·
  3. (19)ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ,
  4. καὶ ἀνυψώθην ὡς πλάτανος.
  1. ὁὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμήν,
  2. καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν,
  3. ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτή,
  4. καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ·
  1. ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου,
  2. καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
  1. ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν.
  2. καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.
  1. προσέλθετε πρὸς μέ, οἱ ἐπιθυμοῦντές μου,
  2. καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε·
  1. τὸ γὰρ μνημόσυνόν μου ὑπέρ μέλι γλυκύ,
  2. καὶ ἡ κληρονομία μου ὑπέρ μέλιτος κηροῦ.
  1. οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν,
  2. καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν·
  1. ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται,
  2. καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν.
  1. ταῦτα πάντα ββίδλος διαθήκης θεοῦ Ὑψίστου,
  2. νόμον ὃν ἐνετείλατο Μωυσῆς
  3. κληρονομίαν συναγωγαῖς Ἰακώβ·
  1. ὁ πιμπλῶν ὡς Φισὼν σοφίαν,
  2. καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων·
[*](12 δεδοξασμενω] δεδοκιμασμενῳ U+05D0c.a 13 ορεσιν] ορει A 14 αιγιαλοις] U+05D0A Σνγαδδοις U+05D0c.a | Ιεριχω BᵇA | ως 30] pr και U+05D0A 15 ασπαλαθος] pr ως U+05D0c.a) | οσμη U+05D0c.a) | ζμυρναν εκλεκτην U+05D0* (ζμυρνα εκλεκτη U+05D0c.a) | διεδωκα] δεδωκα U+05D0* (διεδ. U+05D0c.a) A | ως 3⁰] pr και A | χαλβανη] χαρβανη A 16 εγω] + δε A | τερεμινθος] τερεβινθος ᵍA 17 βλαστησασα] εβλαστησα U+05D0A 19 προσελθατε U+05D0Α | με] εμε U+05D0* (με U+05D0c.a) | οι επιθυμουντες] παντες οἱ επι- θουντες U+05D0* π. οι επιθυμ. U+05D0c.a) 20 μελι γλυκυ] το μ. το γλ. U+05D0 (το μ. γλ. U+05D0c.a) A | κηρου] και κηριου A 21 εσθοντες U+05D0A | με 2⁰] μ sup ras B 22 ουκ αισχυνθησεται] ου κατεσχυνθ. U+05D0* (ουκ αισχ. U+05D0c.a) 23 ενετειλατο (ετ incep U+05D0*)] +ημιν U+05D0Α | Μωσης U+05D0 25 ο πιμπλων] ος (ο U+05D0¹) πειπλων U+05D0* (οπειμπλων U+05D0c) πιπλων Α φεισων Βb (vid) U+05D0)
694
[*](B)
  1. ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν,
  2. καὶ ὡς Ἰορδάνης ἐν ἡμέραις θερισμοῦ·
  1. ὁ ἐκφαίνων ὡς φῶς παιδείαν,
  2. ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ.
  1. οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν,
  2. καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
  1. ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς,
  2. καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
  1. κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ,
  2. καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον·