Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα,
  2. καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·
  1. γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη,
  2. καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·
  1. ἐν κύμασιν θαλάσσης (9)καὶ ἐν πάσῃ τῇ γῇ,
  2. (10)καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην·
  1. μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα,
  2. καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαις
  1. τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων,
  2. καὶ ὁ κτίσας με κατέπαυσεσ τὴν σκηνὴν μου
  3. (13)καὶ εἶπ εν Ἐν Ἰακὼβ κατασκήνωσον,
  4. καὶ ἐν Ἰσραὴλ κατακληρονομήθητι.