Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν,
  2. καὶ ὡς Ἰορδάνης ἐν ἡμέραις θερισμοῦ·
  1. ὁ ἐκφαίνων ὡς φῶς παιδείαν,
  2. ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ.
  1. οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν,
  2. καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
  1. ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς,
  2. καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
  1. κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ,
  2. καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον·
  1. κἶπα Ποτιῶ μου τὸν κῆπον,
  2. καὶ μεθύσω μου τὴν πρασιάν·
  3. (43) καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν,
  4. καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν.
  1. ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ,
  2. καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν·
  1. ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ,
  2. καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.
  1. ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα,
  2. ἀλλʼ ἅποσιν τοῖς ἐκζητοῦσιν αὐτήν.
  1. Ἐν τρισὶν ὡραίσθην καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου
  2. καὶ ἀνθρώπων·
  3. (2)ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον,
  4. καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συνπεριφερόμενοι
  1. τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχὴ μου
  2. καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶνεττωχὸν
  3. (4)ὑπερήφανον, καὶ πλούσιον ψεύστην,
  4. γέροντα μοιχὸν ἐλαττούμενον συνέσει.
  1. ἐν νεότητι οὐ συναγίοχας,
  2. [*](U+05D0A)[*](26 Ιορδανης] pr ο U+05D0 27 παιδιαν U+05D0Α (item 32) 29 διανοηματα A | αυτης 2⁰] αυτου A 30 απο] απρο A* (ras ρ A?) 31 ποτισα BᵃᵇA | μοι] μου A 32 παιδιαν A | ορθον B | εκφαινω U+05D0* (εκφανω U+05D0? postea inst εκφαιν.) εμφαινω A | αυτα] αυτας U+05D0 33 προφητια) A | γε- νεαν U+05D0A 34 εκοπιασα] ras aliq B? | αλλ] αλ B* (αλλ Bᵇ) αλλα U+05D0* πασιν U+05D0? | αυτην ras aliq B XXV 1 ωραισθην] + εκοιμηθην U+05D0* (improb εκοιμ. U+05D0c.a) | συμπεριφερορενοι Bᵇ vid 2 προσωχθισα] προσωφθσα A | μσιχον ελαττουμενον] μωρον κ μοιχον και ελασσουμενον U+05D0c.a 3 εν 1⁰] pr α A | συναγηοχας Bᵇ (ita alias) συναγειοχας U+05D0 (supes χας superscr aliq mox extinx U+05D0c.a) A)
    695
  3. καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου;
  1. ὡς ὡραῖον πολιαῖς κρίσις,
  2. καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν·
  1. ὡς ὡραία γερόντων σοφία,
  2. καὶ δεδοξασμένοις διανόημα καὶ βουλή.
  1. στέφανος γερόντων πολυπειρία,
  2. καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου.
  1. Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ,
  2. καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης·
  3. (10)Μνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις,
  4. ζῶυ καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν·
  1. μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ,
  2. καὶ ὸς ἐν γλωσσῃ οὐκ λίσθησεν,
  3. καὶ ὅς οὐκ ἐδούλευσεν ἀναξίῳ αὐτοῦ·
  1. μακάριος ὁς εὗρεν φρόνησιν,
  2. καὶ ὁ διηγούμενος εἰς ὥτα ἀκουόντων·
  1. ὁὡι μέγας ὁ εὑρών σοφίαν,
  2. ἀλλʼ οὐκ ἔστιν ὑπέρ τὸν φοβούμενον τὸν κύριον·
  1. φόβος Κυρίου ὑπέρ πᾶν ὑπερέβαλεν,
  2. ὁ κρατῶυ αὐτοῦ τίνι ὁμοιωθήσεται;