Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται,
- καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν.
- ταῦτα πάντα ββίδλος διαθήκης θεοῦ Ὑψίστου,
- νόμον ὃν ἐνετείλατο Μωυσῆς
- κληρονομίαν συναγωγαῖς Ἰακώβ·
- ὁ πιμπλῶν ὡς Φισὼν σοφίαν,
- καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων·
694
[*](B)- ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν,
- καὶ ὡς Ἰορδάνης ἐν ἡμέραις θερισμοῦ·
- ὁ ἐκφαίνων ὡς φῶς παιδείαν,
- ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ.
- οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν,
- καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
- ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς,
- καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
- κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ,
- καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον·
- κἶπα Ποτιῶ μου τὸν κῆπον,
- καὶ μεθύσω μου τὴν πρασιάν·
- (43) καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν,
- καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν.
- ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ,
- καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν·
- ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ,
- καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.
- ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα,
- ἀλλʼ ἅποσιν τοῖς ἐκζητοῦσιν αὐτήν.