Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμήν,
  2. καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν,
  3. ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτή,
  4. καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ·
  1. ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου,
  2. καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
  1. ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν.
  2. καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.
  1. προσέλθετε πρὸς μέ, οἱ ἐπιθυμοῦντές μου,
  2. καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε·
  1. τὸ γὰρ μνημόσυνόν μου ὑπέρ μέλι γλυκύ,
  2. καὶ ἡ κληρονομία μου ὑπέρ μέλιτος κηροῦ.
  1. οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν,
  2. καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν·
  1. ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται,
  2. καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν.