Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὡς κέδρος ἀνυψώθην ἐν τῷ ΑΛιβάνῳ,
  2. καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Ἀερμών·
  1. ὁς φοίνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς,
  2. καὶ ὡς φυτὰ ὸόδου ἐν Ἰερειχώ·
  3. (19)ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ,
  4. καὶ ἀνυψώθην ὡς πλάτανος.
  1. ὁὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμήν,
  2. καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν,
  3. ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτή,
  4. καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ·
  1. ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου,
  2. καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
  1. ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν.
  2. καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.