Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- διαδώσουσιν τὰ τέκνα αὐτῆς εἰς ῥίζαν,
- καὶ οἱ κλάδοι αὐτῆς οὐ δώσουσιν καρπόν·
692
[*](B)- καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς,
- καὶ τὸ ὄνειδος αὐτῆς οὐκ ἐξαλειφθήσεται·
- καὶ ἐπιγνώσονται οἵ καταλειφθέντες
- ὅτι οὐθὲν κρεῖττον φόβου Κυρίου,
- καὶ οὐθὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς Κυρίου.
- Αἵνεσις σοφίας.
- Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς,
- καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται.
- ἐν ἐκκλησίὰ Ὑψἰστου στόμα αὐτῆς ἀνοίξει.
- καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται
- Ἐγὼ ἀπὸ στόματος Ὑψίστου ἐξῆλθον,
- (6)καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·
- ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα,
- καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·
- γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη,
- καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·
- ἐν κύμασιν θαλάσσης (9)καὶ ἐν πάσῃ τῇ γῇ,
- (10)καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην·
- μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα,
- καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαις