Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται,
  2. καὶ οὗ οὐχ ὑπενόησεν πιασθήσεται.
  1. οὕτως καὶ γυνὴ καταλιποῦσα τὸν ἄνδρα
  2. καὶ παριστῶσα κληρονόμον ἐξ ἀλλοτρίου·
  1. πρῶτον μὲν γὰρ ἐν νόμῳ Ὑψίστου ἠπείθησεν,
  2. καὶ δεύτερον εἰς ἄνδρα ἑαυτῆς ἐπλημμέλησεν·
  3. καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη,
  4. ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν.
  1. αὕτη εἰς ἐκκλησίαν ἐξαχθήσεται,
  2. καὶ ἐπὶ τὰ τέκνα αὐτῆς ἐπισκοπὴ ἔσται·
  1. διαδώσουσιν τὰ τέκνα αὐτῆς εἰς ῥίζαν,
  2. καὶ οἱ κλάδοι αὐτῆς οὐ δώσουσιν καρπόν·