Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας,
  2. καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ·
  3. (13)ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπʼ αὐτῷ,
  4. κἂν ὑπερίδῃ, ἥμαρτεν δισσῶς·
  5. (14)καὶ εἰ διὰ κενῆς μοσεν, οὐ δικαιωθήσεται,
  6. πλησθήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ.
  1. ἔστιν λέξις ἀντιπεριβεβλημένη θανάτῳ,
  2. μὴ εὑρεθήτω ἐν κληρονομίᾳ Ἰακώβ·
  3. (16)ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται,
  4. καὶ ἐν ἁμαρτίαις οὐκ ἐνκυλισθήσονται.
  1. ἀπαιδευσίαν ἀσυρῆ μὴ συνεθίσῃς τὸ στόμα σου·
  2. ἔστιν γὰρ ἐν αὐτῇ λόγος ἁμαρτίας.
  1. μνήσθητι πατρὸς καὶ μητρός σου,
  2. ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύει·
  3. (19)μή ποτε ἐπιλάθῃ ἐνώπιον αὐτῶν,
  4. καὶ τῷ ἐθισμῷ σου μωρανθῇς,
  5. καὶ θελήσεις εἰ μὴ ἐγεννήθης,
  6. καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου μὴ καταράσῃ.
  1. ἄθρωπος συνεθιζόμενος λόγοις ὀνειδισμοῦ
  2. ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ.