Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Κύριε, πάτερ καὶ δέσποτα ζωῆς μου.
  2. μὴ ἐγκαταλίπῃς με ἐν βουλῇ αὐτῶν,
  3. μὴ ἀιφῆς με πεσεῖν ἐν αὐτοῖς.
  1. τίς ἐπιστήσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας.
  2. καὶ ἐπὶ τῆς καρδίας μου παιδείαν σοφίας,
  3. ἵνα ἐπὶ τοῖς ἀγνοήμασίν μου μὴ φείσωνται,
  4. καὶ οὐ μὴ παρῇ τὰ ἁμαρτήματα αὐτῶν·
  1. ὅπως μὴ πληθύνωσιν αἱ ἄγνοιαί μου,
  2. καὶ αἱ ἁμαρτίαι μου πλεονάσαωσιν,
  3. καὶ πεσοῦμαι ἔναντι τῶυ ὑπεναντίων,
  4. καὶ ἐπιχαρεῖταί μοι ὁ ἐχθρός μου
  1. Κύριε, πάτερ καὶ θεὲ ζωῆς μου,
  2. (5)μετεωρισμὸν ὀφθαλμῶν μὴ δῷς μοι.
  1. καὶ ἐπιθυμίαν ἀπόστρεψον ἀπʼ ἐμοῦ·