Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα,
- καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται.
- μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις.
- μάστιγες καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας.
- συνκολλῶν ὄστρακον ὁ διδάσκων μαορόν,
- (8)ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου·
- διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωράῷ.
- καὶ ἐπὶ συντελείᾳ ἐρεῖ Τί ἐστιν
- ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπεν γὰρ φῶς·
- καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπεν γὰρ σύνεσιν·
- (11)ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο,
- (12)τοῦ δέ μωροῦ ὑπέρ θάνατον ἡ ζωὴ πονηρά.