Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός.
  2. καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ.
  1. βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός.
  2. πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα.
  1. αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου,
  2. θυγάτηρ δὲ ἐπʼ ἐλαττώσει γίνεται.
  1. θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς,
  2. καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος·
  1. πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα,
  2. καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται.
  1. μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις.
  2. μάστιγες καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας.
  1. συνκολλῶν ὄστρακον ὁ διδάσκων μαορόν,
  2. (8)ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου·
  1. διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωράῷ.
  2. καὶ ἐπὶ συντελείᾳ ἐρεῖ Τί ἐστιν
  1. ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπεν γὰρ φῶς·
  2. καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπεν γὰρ σύνεσιν·
  3. (11)ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο,
  4. (12)τοῦ δέ μωροῦ ὑπέρ θάνατον ἡ ζωὴ πονηρά.
  1. ¹²πένθος νεκροῦ ἑπτὰ ἡμέραι,
  2. μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ.
  1. μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον,
  2. καὶ πρὸς ἀσύνετον μὴ πορεύου·
  3. (15)φλύλαξαι ἀπʼ αὐτοῦ, ἴνα μὴ κόπον ἔχης
  4. καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ·
  5. [*](28 μολυνει] inter υ et ν om 1 lit (ν fort) C? | ψιθυρίζων] θυρ sup as 4 lilt U+05D0ΑC Aᵃ | εν] ου εαν C XXII 1 ηρδαλωμενω (α sup ras Cα)] adnot ἠρδαλω- μένω| μεμελισμένω| μεμιασμένω Bᵇ fort c mg sup | συνεβλήθη] ελιθοβοληθη U+05D0 a 2 κοπριω U+05D0A | συνεβληθη] improb συν U+05D0 c.a | εκτιναξαι C 3 δε επ ελαττω- σει] δε επ ελατ sup ras Cᵃ 4 αυτης] εαυτης Κ | γεννησαντος] ενγενν. κ (improb εν c.a) 5 θρασεια] θρησκια A 6 μαστιγες] + εὲ U+05D0AC | παιδια U+05D0AC | σοφια U+05D0* (ας U+05D0c .a) 7 συγκολλων BᵃᵇAC | οστρακων U+05D0 βαθεου A 6 συντελια U+05D0c 11 εξελειπεν (bis) AC | συνεσις Bᵃᵇ| ηδιον (ηδειον U+05D0)] ιδιον AC | δε] γαρ U+05D0* (δε U+05D0 c.a) A om C | θανατον η ζωη] om η A c* vid (τον η ζ sup ras Cᵃ) 12 πασαι αι ημεραι sup ras Cᵃ | αυτου] ουτων A 13 νης λσγον sup ras pl lilt A | εντιναγματι A)
    688
    [*](B)
  6. (16)ἔκκλινον ἀπʼ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν,
  7. καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ.
  1. ὑπέρ μόλβον τί βαρυνθήσεται;
  2. καὶ τί αὐτῷ ὄνομα ἀλλ᾿ ἦ μωρός
  1. ἄμμον καὶ ἄλα καὶ βῶλον σιδήρου
  2. εὔκόπου ὑπενεγκεῖν ἡ ἄνθραωπον ἀσύνετον.
  1. ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν
  2. ἐν συσσεισμῷ οὐ διαλυθήσεται,
  3. οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς
  4. (20)ἐν καιρῷ οὐ δειλιάσει.
  1. καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως
  2. ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ.
  1. χάρακες ἐπὶ μετεάρου κείμενοι
  2. κατέναντι ἀνέμου οὐ μὴ ὑπομείναωσιν·
  3. ,23) οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροί
  4. κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ.
  1. ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα,
  2. [*](¶C)
  3. καὶ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν.¶
  1. ξΝάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά,
  2. καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν.
  1. ἐπὶ φίλον ἐὰν σπάσῃς όομφαίαν,
  2. μὴ ἀφελπίσῃς, ἔστιν γὰρ ἐπάνοδοςΣπὶ
  1. φίλον (27)ἐὸν ἀνοίξῃς στόμα,
  2. μὴ εὐλαβηθῇς, ἔστιν γὰρ διαλλαγή·
  3. πλὴν ὀνειδισμοῦ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκα-
  4. λύψεως καὶ πληγῆς δολίας·
  5. ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος.