Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἔγκατα μωροῦ ὡς ἅγγιον συντετριμμένον,
  2. καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει.
  1. λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων,
  2. [*](ΧX Ι 1 2 λεοντες U+05D0* (-τος U+05D0c.a) 3 τη πληγη] pr και A 4 καταπληγμος U+05D0ΑC και] κακων πλῆθος κ Bᵃ? c? ? ᵐᵍ | υπερηφανων U+05D0c.aA 5 στοματος εως] τος εως sup litur B?ᵛⁱᵈ 6 ελεγμον] ελεγχον A | ιχνη B? | αμαρτωλου] retract aliq B? | Κυριον] τον θν A 7 ολισθαινειν U+05D0c.a ⁽ᵛⁱᵈ) 8 συναγων] pr ο U+05D0 | τους λιθους αυτου U+05D0Α 9 στυππιον A | συναγωγη] υνα sup litur Bᵃ εισαγωγη A 10 εσχατω] εσχατου U+05D0 εσχατω| A 11 κατακρατει] κατακρατησει U+05D0 | om του εννοηματος αυτου (hab τ. νοηματος αυτ. U+05D0c.a) | συντελια U+05D0 12 εστιν 2⁰] δε U+05D0Α AC | πανουργεια A | πικριαν] παιδιαν)
    686
    [*](B)
  3. αἰνέσει αὐτὸν καὶ ἐπʼ αὐτὸν προσθήσει·
  4. ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ,
  5. καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ.
  1. ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον,
  2. ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις.
  1. στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ.
  2. καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσεται ἐν καρδίᾳ.
  1. ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία,
  2. καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.
  1. πέδαι ἐν ποσὶν ἀνοήτοις παιδεία,
  2. καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς.
  1. μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ,
  2. ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει.
  1. ὡς κόσμος χρυσοῦς φρονίμῳ παιδεία,
  2. καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ.
  1. ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν,
  2. ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώἄφρων
  1. ἀπὸ θύρας παρακύπτει εἰς οἰκίαν,
  2. ἀνήρ δὲ πεπαιδευμένος ἔξω στήσεται.
  1. ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν,
  2. ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίᾳ.
  1. χείλη ἀλλοτρίων ἐν τούτοις βαρυνθήσεται,
  2. λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται.
  1. ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν,
  2. καρδία δὲ σοφῶν στόμα αὐτῶν.
  1. ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν
  2. αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν.
[*](U+05D0ΑC)[*](15 του νωτου] τωνωτων A 16 om ως U+05D0* (hab U+05D0 c.a) | φορτιον] φ .. .ρητιον C | χιλουσυνετου A | χαρις] παραβολη U+05D0c.a om A 17 στομα] + δε U+05D0* (om U+05D0c.a) | διανοηθησονται U+05D0AC 18 συνετου U+05D0* (ασυν.U+05D0 c.a) 19 ποσιν] πασιν C | ανοητοις παιδεια] ανομια του παιδιου A ανοητου παιδια U+05D0C | om ως U+05D0* (hab B c.a) | χειροπαιδες A 20 φωνην] pr την U+05D0AC | μηδιασει U+05D0* (μιδ. U+05D0?) AC 21 παιδια 8AC | χλιδων] χελιδων C* (ε ras C?) 23 θυρας] υ sup ras 3 fete litt Ca 24 ακροασασθαι | θυραν] θυρας E | ατιμιαν U+05D0AC 25 αλλοτρια U+05D0c.A | ταυτοις U+05D0* (τουτ. U+05D0 c.a) | βαρυνθησεται] διηγξσονται U+05D0 βα- ρυνθησονται C 26 η Bᵃᵇ U+05D0ΑCA] εν B* | σσοσρων] φρονιμων A 27 κατα- ρασασθαι A | ασεβη (-βην A)] pr τον U+05D0C | κατανα B* fort σαταναν BᵇU+05D0AC | την εαυτου ψυχην] την ψ. αυτου A)
687
  1. μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων.
  2. καὶ ἐν παροικήσει μισηθήσεται.
  1. Λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός.
  2. καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ.
  1. βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός.
  2. πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα.
  1. αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου,
  2. θυγάτηρ δὲ ἐπʼ ἐλαττώσει γίνεται.
  1. θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς,
  2. καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος·
  1. πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα,
  2. καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται.