Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσνι ῥημάτων αὐτοῦ,
- καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ.
- οἱ φοβούμενοι Κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ,
- καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.
- οἱ φοβούμενοι Κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν,
- καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν.
- ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων·
- (23)ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.
- Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα,
- καὶ οὕτως ποιήσατε, ἴνα σαωθῆτε.
- ὁ γὰρ Κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις,
- καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφʼ υἱοῖς.
- ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας·
- καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ.
- ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων,
- καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ·
- καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται.
- ὁ δοξάζων πατέρα μακροημερεύσει,
- καὶ ὁ εἰσακούων Κυρίου ἀναπαύσει μητέρα αὐτοῦ,
- καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν.
649
- ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, [*](B)
- (10)ἵνα ἐπέλθῃ σοι εὐλογία παρʼ αὐτοῦ·
- εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων,
- κατάρα δέ μητρὸς ἐκριζοῖ θεμέλια.
- μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου,
- οὐ γάρ ἐστίν σοι δόξα πρὸς ἀτιμίαν·
- ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ,
- καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.
- τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου,
- καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ·
- κἂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε,
- καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύι σου.
- ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται,
- (16) καὶ ἀντὶ ἁμαρτιῶν (17)προσανοικοδομηθήσεταί σοι·
- ἐν ἡμέρᾳ θλίψεως σου ἀναμνησθήσεταί σου·
- ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ
- ἁμαρτίαι.
- ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα,
- καὶ κεκατηραμένος ὑπὸ Κυρίου ὁ παροργίζων μητέρα
- αὐτοῦ.