Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει·
  2. διὰ τοῦτο οὐ σκεπασθήσεται.
  1. οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν·
  2. καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος ;
  1. οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσνι ῥημάτων αὐτοῦ,
  2. καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ.
  1. οἱ φοβούμενοι Κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ,
  2. καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.
  1. οἱ φοβούμενοι Κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν,
  2. καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν.
  1. ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων·
  2. (23)ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.