Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ θεῷ,
  2. ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·
  1. εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον,
  2. καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·
  1. κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς,
  2. ἵνα αὐξηθῇς ἐπʼ ἐσχάτων σου.
  1. πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι δέξαι,
  2. καὶ ἐν ἀλλάγμασιν ταπεινώσεως σου μακροθύμησον·
  1. ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός,
  2. καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεαως.
  1. πίστευσον αὐτῷ καὶ ἀντιλήμψεταί σου·
  2. εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπʼ αὐτόν.