Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μηδέποτε δευτερώσῃς λόγον,
  2. καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ.
  1. ἐν φἰλῳ καὶ ἐν ἐχθρῷ μὴ διηγοῦ,
  2. καὶ εἰ μή ἐστίν σοι ἁμαρτία, μὴ ἀποκάλυπτε·
  1. ἀκήκοεν γάρ σου καὶ ἐφυλάξατό σε,
  2. καὶ ἐν καιρῷ μισήσει σε.
  1. ἀκήκοας λόγον ; συναποθανέτω σοι·
  2. θάρσει, οὐ μή σε ῥήξει.
  1. ἀπὸ προσώπου λόγου ὠδινήσει μαωρός,
  2. ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.
  1. βέλος πεπηγὸς ἐν μηρῷ σαρκός,
  2. οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.
  1. Ἔλεγξον φίλον, μή ποτε οὐκ ἐποίησεν,
  2. καὶ εἴ τι ἐποίησεν, μή ποτε προσθῇ.