Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐργάτης μέθυσος οὐ πλουτισθήσεται·
  2. ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται.
[*](U+05D0ΑC)[*](22 μεινης εως θανα sup ras 16 fere litt A¹ 23 ευξασθαι (-ξεσθαι C)] + σε U+05D0c.aC | σεαυτον] την ευχην σου U+05D0c.a 24 θυμου] θεου U+05D0* (θυμ. U+05D0c.a) θυ ras C?|ημερα U+05D0Cᵃ | αποστροφη] επιστροφη C 25 καιρον] pr κατα A |καιρω ημεραις A | πτωχιαν C 27 om και A | πλημμελειας BᵃᵇA 28 εξομολο- γησεις A 29 ανωμβρωσαν C | εν παροιμιαις A* ᵛⁱᵈ (- μιας Aa) | ακριβως U+05D0* (-βεις U+05D0c.a) 30 tit evan in C nisi potius raserit Cᵃ | εγκρατια A | om μη C | κωλυου] pr μη A 31 χορηγησεις (-σης BᵃᵇU+05D0C)] ευδοκησεις A | ποιησει σε] ποιησεις U+05D0* (-σει σε U+05D0c.a) A 32 πολλυ A | μη 2⁰] μηδε C | προσ- δεθης] προσδεηθης U+05D0* (-δεθης U+05D0c.a) AC + συ C | συμβολη] pr τη U+05D0c.a συμ- βολης A 33 δανεισμου Bᵃᵇ | μαρσιππιω BU+05D0* (-πω AC)] βαλλαντιω U+05D0c.a XIX 1 μεθυς U+05D0* (μεθυσος U+05D0¹) | ο εξουθενων] pr κ U+05D0c.a ο εξουδενων C)
681
  1. οἶνος καὶ γυναῖκες ἀποστήσουσιν συνετούς,
  2. [*](Β)
  3. καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται·
  1. σήπη καὶ σκώληκες κληρονομήσουσιν αὐτόν,
  2. καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται.
  1. ὁ ταχὺ ἐνπιστεύων κοῦφος καρδίᾳ,
  2. καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει.
  1. ὁ εὐφραινόμενος καρδίᾳ καταγναωσθήσεται,
  1. καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ.
  1. μηδέποτε δευτερώσῃς λόγον,
  2. καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ.
  1. ἐν φἰλῳ καὶ ἐν ἐχθρῷ μὴ διηγοῦ,
  2. καὶ εἰ μή ἐστίν σοι ἁμαρτία, μὴ ἀποκάλυπτε·
  1. ἀκήκοεν γάρ σου καὶ ἐφυλάξατό σε,
  2. καὶ ἐν καιρῷ μισήσει σε.
  1. ἀκήκοας λόγον ; συναποθανέτω σοι·
  2. θάρσει, οὐ μή σε ῥήξει.
  1. ἀπὸ προσώπου λόγου ὠδινήσει μαωρός,
  2. ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.
  1. βέλος πεπηγὸς ἐν μηρῷ σαρκός,
  2. οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.