Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός.
  2. καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι Κυρίου.
  1. ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται,
  2. καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελίας.
  1. πᾶς συνετὸς ἔγνω σοφίαν,
  2. καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν.
  1. συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο,
  2. καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς.
  3. Ἐγκράτεια ψυχῆς.
  1. Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου,
  2. καὶ ἀπὸ τῶν ὀρέξεων σου κωλύου·
  1. ἐὰν χορηγήσεις τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας,
  2. ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου.
  1. μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ.
  2. μὴ προσδεθῇς συμβολῇ αὐτῆς·