Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἴδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά,
  2. (¹¹)διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ.
  1. ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ,
  2. ἔλεος δέ Κυρίου ἐπὶ πᾶσαν σάρκα·
  3. (¹³) ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων
  4. καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ.
  1. τοὺς ἐκδεχομένους παιδείαν ἐλεῷ,
  2. καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ.
  1. Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον.
  2. καὶ ἐν πάσῃ δόσει λύπην λόγων.
  1. οὐχὶ καύσαωνα ἀναπαύσει δρόσος;
  2. οὕτως κρείσσων λόγος ἣ δόσις,
  1. οὐκ ἰδοὺ λόγος ὑπέρ δόμα ἀγαθόν;
  2. καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.
  1. μωρὸς ἀχαρίστως ὀνειδιεῖ,
  2. καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς.