Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου.
  2. οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος.
  1. διὰ τοῦτο ἐμακροθύμησεν Κύριος ἐπʼ αὐτοῖς.
  2. καὶ ἐξέχεεν ἐπʼ αὐτοὺς τὸ ἔλεος αὐτοῦ·
  1. ἴδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά,
  2. (¹¹)διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ.
  1. ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ,
  2. ἔλεος δέ Κυρίου ἐπὶ πᾶσαν σάρκα·
  3. (¹³) ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων
  4. καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ.
  1. τοὺς ἐκδεχομένους παιδείαν ἐλεῷ,
  2. καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ.
  1. Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον.
  2. καὶ ἐν πάσῃ δόσει λύπην λόγων.
  1. οὐχὶ καύσαωνα ἀναπαύσει δρόσος;
  2. οὕτως κρείσσων λόγος ἣ δόσις,
  1. οὐκ ἰδοὺ λόγος ὑπέρ δόμα ἀγαθόν;
  2. καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.
  1. μωρὸς ἀχαρίστως ὀνειδιεῖ,
  2. καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς.
  1. πρὶν ἢ λαλῆσαι μάνθανε,
  2. καὶ πρὸ ἀρρωστείας θεραπεύου·
  1. πρὸ κρίσεως ἐξέταζε σεαυτόν,
  2. καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν·
  1. πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι,
  2. [*](7 συντελέσει A | αρχεται] ερχεη A | απορρηθησεται AC 8 τι 1⁰] τις U+05D0AC U+05D0* (ras ς U+05D0?) 9 ανθρωπου] αυτου C 10 om εν U+05D0* (lab U+05D0c.a) | ημεραις C 11 Κυριος] pr ο U+05D0 12 ιδεν...πονηρα, δια τουτο...αυτου] pr asteriscos U+05D0 ᵃ | ειδεν U+05D0 | αυτων] ων sup ras A ( του A*ᵛⁱid) 13 om και 3⁰ U+05D0c.a ᵃC | αυτου 2⁰] ουτων C 14 παιδιαν U+05D0AC | ελεει Bᵃᵇ 15 τεκνον] pr tit εγκρατεια ψυχης U+05D0 | λογω C 16 καυσωναναπ. AC 17 δομα αγα- θον] μα α sup ras A | παρα bis scr C 10 om η U+05D0 | αρρωστιις BbU+05D0A 20 εξιλασμον] ιλασμον A)
    680
    [*](B)
  3. καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν.