Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς,
  2. ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς·
  1. ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτούς,
  2. καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς·
  1. θηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν,
  2. δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ·
  1. καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν,
  1. ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ.
  1. προσέθηκεν αὐτοῖς ἐπιστήμην,
  2. καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς·
  1. §¹²διαθήκην αἰῶνος ἔστησεν μετʼ αὐτῶν,
  2. [*](§C)
  3. καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς·
  1. μεγαλεῖν δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν,
  2. καὶ δόξαν φωνῆς αὐτῶν ἤκουσεν τὸ οὗς αὐτῶν·