Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται,
- καὶ οἱ ἄνθρωποι πάντες γῆ καὶ σποδός.
- Ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ·
- Κύριος μόνος δικαιωθήσεται.
- οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦκαὶ
- (³)τίς ἐξιχνιάσει τὰ μεγαλεῖα αὐτοῦ;
- κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται;
- καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ
- οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι,
- καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου·
679
- ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, [*](B)
- καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται.
- τί ἄνθρωπος καὶ τί ἡ χρῆσις αὐτοῦ;
- τί τὸ ἀγαθὸν αὐτοῦ, καὶ τί τὸ κακὸν αὐτοῦ;
- ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν·
- ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου.
- οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος.
- διὰ τοῦτο ἐμακροθύμησεν Κύριος ἐπʼ αὐτοῖς.
- καὶ ἐξέχεεν ἐπʼ αὐτοὺς τὸ ἔλεος αὐτοῦ·
- ἴδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά,
- (¹¹)διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ.
- ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ,
- ἔλεος δέ Κυρίου ἐπὶ πᾶσαν σάρκα·
- (¹³) ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων
- καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ.
- τοὺς ἐκδεχομένους παιδείαν ἐλεῷ,
- καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ.
- Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον.
- καὶ ἐν πάσῃ δόσει λύπην λόγων.
- οὐχὶ καύσαωνα ἀναπαύσει δρόσος;
- οὕτως κρείσσων λόγος ἣ δόσις,
- οὐκ ἰδοὺ λόγος ὑπέρ δόμα ἀγαθόν;
- καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.
- μωρὸς ἀχαρίστως ὀνειδιεῖ,
- καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς.
- πρὶν ἢ λαλῆσαι μάνθανε,
- καὶ πρὸ ἀρρωστείας θεραπεύου·
- πρὸ κρίσεως ἐξέταζε σεαυτόν,
- καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν·