Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου,
  2. καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπʼ αὐτόν.
  1. οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις,
  2. ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου.
  1. τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει,
  2. καὶ πονηρὸς ἐνθυμήσεται σάρκα καὶ αἵμα.
  1. δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται,
  2. καὶ οἱ ἄνθρωποι πάντες γῆ καὶ σποδός.
  1. Ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ·
  1. Κύριος μόνος δικαιωθήσεται.
  1. οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦκαὶ
  2. (³)τίς ἐξιχνιάσει τὰ μεγαλεῖα αὐτοῦ;