Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- §¹²διαθήκην αἰῶνος ἔστησεν μετʼ αὐτῶν, [*](§C)
- καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς·
- μεγαλεῖν δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν,
- καὶ δόξαν φωνῆς αὐτῶν ἤκουσεν τὸ οὗς αὐτῶν·
- καὶ εἶπεν αὐτοῖς Προσέχετε ἀπὸ παντὸς ἀδίκου,
- (¹²)καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.
- αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός,
- οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.
- ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον,
- (15)καὶ μερὶς Κυρίου Ἰσραήλ ἐστιν.
- ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ,
- καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν·
- οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπʼ αὐτοῦ,
- καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι Κυρίου.
- ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετʼ αὐτοῦ,
- καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει.
- μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς,
- καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει·
678
[*](B)- πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον,
- καί παρεκάλεσεν ἐκλείποντας ὑπομονήν.
- Ἐπίστρεφε ἐπὶ Κύριον καὶ ἀπόλειπε ἁμαρτίας,
- (22) δκήθητι κατὰ πρόσαωπον καὶ σμίκρυνον πρόσκομμα·
- ἐπάναγε ἐπὶ Ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας,
- καὶ σφόδρα μίσησον βδέλυγμα.
- Ὑψίστῳ τίς αἰνέσει ἐν ἅδου
- (25) ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησι
- ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις·
- (27)ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον.
- ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου,
- καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπʼ αὐτόν.
- οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις,
- ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου.
- τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει,
- καὶ πονηρὸς ἐνθυμήσεται σάρκα καὶ αἵμα.
- δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται,
- καὶ οἱ ἄνθρωποι πάντες γῆ καὶ σποδός.
- Ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ·
- Κύριος μόνος δικαιωθήσεται.