Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. §¹²διαθήκην αἰῶνος ἔστησεν μετʼ αὐτῶν,
  2. [*](§C)
  3. καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς·
  1. μεγαλεῖν δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν,
  2. καὶ δόξαν φωνῆς αὐτῶν ἤκουσεν τὸ οὗς αὐτῶν·
  1. καὶ εἶπεν αὐτοῖς Προσέχετε ἀπὸ παντὸς ἀδίκου,
  2. (¹²)καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.
  1. αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός,
  2. οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.
  1. ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον,
  2. (15)καὶ μερὶς Κυρίου Ἰσραήλ ἐστιν.
  1. ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ,
  2. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν·
  1. οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπʼ αὐτοῦ,
  2. καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι Κυρίου.