Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως,
  2. καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν·
  1. στηριχθήσεται ἐπʼ αὐτὴν καὶ οὐ μὴ κλιθῇ,
  2. (4)καὶ ἐπʼ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ·
  1. καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ,
  2. (5)καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ·
  1. εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος
  2. καὶ ὄνομα αἰώνιον κατακληρονομήσει.
  1. οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι,
  2. καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·
  1. μακράν ἐστιν ὑπερηφανίας,
  2. (8)καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς.
  1. Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ,
  2. (10)ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη·
  1. ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος,
  2. καὶ ὁ κύριος εὐοδώσει αὐτόν.
  1. μὴ εἴπῃς ὅτι Διὰ Κύριον ἀπέστην·
  2. ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσεις.
  1. μὴ εἴπῃς ὅτι Αὐτός με ἐπλάνησεν·
  2. οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.
  1. πᾶν βδέλυγμα ἐμίσησεν Κύριος.
  2. καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν.
[*](27 σκεπασθησεται] pr και U+05D0* (improb και U+05D0c.a) | υπ] απ U+05D0* (υπ U+05D0c.a ) A U+05D0ΑC X V 1 Κυριον] pr τον C | αυτην] αυτον A 2 υπαντησει U+05D0A | παρθενιας ΒbU+05D0C 3 ποτιει U+05D0ΑC 4 στηρισθησεται U+05D0AC | αυτην] αυτον U+05D0* (-την U+05D0c.a) | κλιθη] κλισθη U+05D0 | αυτης] αυτη U+05D0c.a A 5 στομα] pr το U+05D0ΑC 6 αγαλλιαματος] + ευρησει U+05D0* (improb ευρ. U+05D0c.a ) A | αιωνιον] αιωνος U+05D0AC | κατακληρονομησει] + αυτον U+05D0c.a 7 ανδρες] ανοι A 8 υπερηφανειας C | μνησθησονται] μνησωνται U+05D0* (μνησθησ. U+05D0c.a) 9 σινος bis scr U+05D0* (improb 2° U+05D0c.a) | απεσταλη] τ sup ras Aᵃ 11 απεστην BU+05D0c.a (-στη U+05D0*)] |απ)ε- σταλην Cᵛⁱᵈ 12 om οτι U+05D0 13 Κυριος] pr ο U+05D0AC αγαπητον τοις] de C non liq)
674
[*](B)
  1. αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον,
  2. καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.
  1. ἐὰν θέλῃς, συντηρήσεις ἐντολάς,
  2. καὶ πίστιν ποίησαι εὐδοκίας.
  1. παρέθηκέν σοι πῦρ καὶ ὕδαωρ,
  2. οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου·
  1. ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος,
  2. καὶ ὁ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ.
  1. ὅτι πολλὴ σοφία τοῦ κυρίου·
  2. ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα·
  1. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν,
  2. καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου·
  1. καὶ οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν,
  2. καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.