Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος,
  2. καὶ ὁ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ.
  1. ὅτι πολλὴ σοφία τοῦ κυρίου·
  2. ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα·
  1. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν,
  2. καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου·
  1. καὶ οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν,
  2. καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.
[*](¶C)
  1. Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων,
  2. (1)μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν·
  1. ἐὰν πληθύνωσιν, μὴ εὐφραίνου ἐπʼ αὐτοῖς·
  2. εἰ μή ἐστιν φόβος Κυρίου μετʼ αὐτῶν,
  1. μὴ ἐνπιστεύσῃς
  2. τῇ ζωῇ αὐτῶν,
  3. καὶ μὴ ἔπεχε ἐπὶ τὸν τόπον αὐτῶν·
  4. (3)κρείσσων γὰρ εἰς ἡ χίλιοι,
  5. (4)καὶ ἀποθανεῖν ἄτεκνον ἡ ἔχειν τέκνα ἀσεβθῆ·
  1. ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις,
  2. φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται.