Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐὰν θέλῃς, συντηρήσεις ἐντολάς,
  2. καὶ πίστιν ποίησαι εὐδοκίας.
  1. παρέθηκέν σοι πῦρ καὶ ὕδαωρ,
  2. οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου·
  1. ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος,
  2. καὶ ὁ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ.
  1. ὅτι πολλὴ σοφία τοῦ κυρίου·
  2. ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα·
  1. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν,
  2. καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου·
  1. καὶ οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν,
  2. καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.
[*](¶C)
  1. Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων,
  2. (1)μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν·