Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον,
  2. καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.
  1. ἐὰν θέλῃς, συντηρήσεις ἐντολάς,
  2. καὶ πίστιν ποίησαι εὐδοκίας.
  1. παρέθηκέν σοι πῦρ καὶ ὕδαωρ,
  2. οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου·
  1. ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος,
  2. καὶ ὁ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ.
  1. ὅτι πολλὴ σοφία τοῦ κυρίου·
  2. ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα·
  1. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν,
  2. καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου·
  1. καὶ οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν,
  2. καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.
[*](¶C)
  1. Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων,
  2. (1)μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν·
  1. ἐὰν πληθύνωσιν, μὴ εὐφραίνου ἐπʼ αὐτοῖς·
  2. εἰ μή ἐστιν φόβος Κυρίου μετʼ αὐτῶν,
  1. μὴ ἐνπιστεύσῃς
  2. τῇ ζωῇ αὐτῶν,
  3. καὶ μὴ ἔπεχε ἐπὶ τὸν τόπον αὐτῶν·
  4. (3)κρείσσων γὰρ εἰς ἡ χίλιοι,
  5. (4)καὶ ἀποθανεῖν ἄτεκνον ἡ ἔχειν τέκνα ἀσεβθῆ·
  1. ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις,
  2. φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται.
  1. πολλὰ τοιαῦτα ἑόρακα ἐν ὀφθαλμοῖς μου,
  2. καὶ ἵσχυρότερα τούτων ἀκήκοεν τὸ οὗς μου.
  1. ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ,
  2. καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή.
[*](U+05D0AC)[*](14 χειρι] pr τη C 15 θελῃς] θελησης U+05D0* (θελῃς U+05D0c.a 17 ευδοκσει A 18 σοφια] pr η U+05D0c.aA | δυναστια U+05D0Α 19 ανθρωπου] ανθρωπων U+05D0* (-που U+05D0c.a) αυτου A 20 om και 1⁰ U+05D0AC | εδωκεν] εδωσεν Α | ανεσιν] αινεσιν C | αμαρτειν C X V 1 1 τεκνον U+05D0c.a | αχρηστον AC 2 πληθυνθωσιν (superscr θ) U+05D0c.a 3 εμπιστευσῃς BᵇU+05D0ΑA | τον τοπον] το πληθος U+05D0Α | ουτων 2⁰] + στεναξις γαρ πενθι αωρω και εξεφνης ουτων συντε- λιαν γνωσεται· κρισσων γαρ εις δικκαιος ποιωυ θελημα κυ η μυριοι παρανομοι U+05D0c.a | κρεισσων...χιλιοι] signa adpinx U+05D0c.a | και 2⁰] δικαιον U+05D0c.a 5 εο- ρακα (εωρ. BᵃᵇA) εν οφθαλμοις] εορακεν ο οφθαλμος Ν | μου 2⁰] σου A 6 απειθη A)
675
  1. οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων,
  2. οἱ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν·
  1. οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λώτ,
  2. σὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν·
  1. οὐκ ἠλέησεν ἔθνος ἀπωλείας,
  2. τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν·
  1. καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν
  2. τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν.
  1. κδν ἦ εἰς σκληροτράχηλος, θαυμαστὸν τοῦτο εἰ ἀθῳωθῇἔλεος
  2. (12)γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ,
  3. δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ἀργήν.
  1. κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος
  2. αὐτοῦ
  3. ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ
  1. οὐκ ἐκφεύξεται ἐν ἁρπάγμασιν ἁμαρτωλός,
  2. καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴν εὐσεβοῦς.