Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ φοβούμενος Κύριον ποιήσει αὐτό,
  2. καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν·
  1. καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ,
  2. καὶ ὡς γυνὴ παρθενείας προσδέξεται αὐτόν·
  1. ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως,
  2. καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν·
  1. στηριχθήσεται ἐπʼ αὐτὴν καὶ οὐ μὴ κλιθῇ,
  2. (4)καὶ ἐπʼ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ·
  1. καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ,
  2. (5)καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ·
  1. εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος
  2. καὶ ὄνομα αἰώνιον κατακληρονομήσει.
  1. οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι,
  2. καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·