Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας.
  2. καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω.
  1. οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου,
  2. καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου;
  1. δὸς καὶ λάβε, καὶ ἀπάτησον τὴν ψυχὴν σου,
  2. (17)ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν.
  1. πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται·
  2. (12)ἡ γὰρ διαθήκη ἀπʼ αἰῶνος Θανάτῳ ἀποθανῇ.
  1. ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος,
  2. (19)τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει·
  3. οὕτως γενεὰ σαρκὸς καὶ αἵματος,
  4. ἡ μὲν τελευτᾷ, ἑτέρα δέ γεννᾶται.
  1. τᾶν ἔργον σηπόμενον ἐκλείπει,
  2. καὶ ὁ ἐργαζόμενος αὐτὸ μετʼ αὐτοῦ ἀπελεύσεται.
  1. Μακάριος ἀνὴρ ὃς ἐν σοφίᾳ τελευτήσει,
  2. καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται·