Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐὰν χρησιμεύσῃς. ἐργᾶται ἐν σοί
  2. καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε·
  1. ἐὸν ἔχῃς. συμβιώσεταί σοι
  2. καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει·
  1. χρείαν ἔσχηκέν σου, καὶ ἀποπλανήσει σε,
  2. καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδαλαλήσει
  3. σοι καλὰ καὶ ἐρεῖ Τίς ἡ χρεία σου;
  1. καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ,
  2. ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς,
  3. καὶ ἐπʼ ἐσχάτῳ καταμωκήσεταί σου·
  4. μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε,
  5. καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί.
  1. πρόσεχε μὴ ἀποπλανηθῇς, καὶ μὴ ταπεινωθῇς ἐν εὐφροσύνῃ
  2. σου.
  1. προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου,
  2. καὶ τόσῳ μᾶλλον προσκαλέσεταί σε·
  1. μὴ ἔμπιπτε, ἵνα μὴ ἀπωσθῇς,
  2. καὶ μὴ μακρὰν ἀφιστῶ, ἵνα μὴ ἐπιλησθῇς.