Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μὴ ἔπεχε ἰσηγορεῖσθαι μετʼ αὐτοῦ,
  2. καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ·
  3. ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε,
  4. καὶ ὡς προσγελῶν ἐξετάσει σε·
  1. ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους,
  2. καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν.
  1. συντήρησον καὶ πρόσεχε σφοδρῶς,
  2. ὅτι μετὰ τῆς πτώσεως σου περιπατεῖς.
  1. πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ,
  2. καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ·
  1. πᾶσα σὰρξ κατὰ γένος συνάγεται,
  2. καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.