Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται,
- καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ.
- βάρος ὑπέρ σέ μὴ ἄρης.
- καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιαωτέρῳ μὴ κοινώνει.
- (³)τί κοινωνήσει χύτρα πρὸς λέβητα;
- αὕτη προσκρούσει, καὶ αὕτη συντριβήσεται.
- πλούσιος ἠδίκησεν, καὶ αὐτὸς προσενεβριμήσατο·
- πτωχὸς ἠδίκηται, καὶ αὐτὸς προσδεηθήσεται.
- ἐὰν χρησιμεύσῃς. ἐργᾶται ἐν σοί
- καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε·
- ἐὸν ἔχῃς. συμβιώσεταί σοι
- καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει·
- χρείαν ἔσχηκέν σου, καὶ ἀποπλανήσει σε,
- καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδαλαλήσει
- σοι καλὰ καὶ ἐρεῖ Τίς ἡ χρεία σου;
- καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ,
- ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς,
- καὶ ἐπʼ ἐσχάτῳ καταμωκήσεταί σου·
- μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε,
- καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί.
- πρόσεχε μὴ ἀποπλανηθῇς, καὶ μὴ ταπεινωθῇς ἐν εὐφροσύνῃ
- σου.
- προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου,
- καὶ τόσῳ μᾶλλον προσκαλέσεταί σε·
- μὴ ἔμπιπτε, ἵνα μὴ ἀπωσθῇς,
- καὶ μὴ μακρὰν ἀφιστῶ, ἵνα μὴ ἐπιλησθῇς.
670
[*](B)- μὴ ἔπεχε ἰσηγορεῖσθαι μετʼ αὐτοῦ,
- καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ·
- ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε,
- καὶ ὡς προσγελῶν ἐξετάσει σε·
- ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους,
- καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν.
- συντήρησον καὶ πρόσεχε σφοδρῶς,
- ὅτι μετὰ τῆς πτώσεως σου περιπατεῖς.
- πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ,
- καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ·
- πᾶσα σὰρξ κατὰ γένος συνάγεται,
- καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.
- τί κοινωνήσει λύκος ἀμνῷ ;
- οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ.
- τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα;
- καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα;
- κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ·
- οὕτως νομαὶ πλουσίων πτωχοί.
- βδέλυγμα ὑπερηφάνῳ ταπεινότης,
- οὕτως βδέλυγμα πλουσίῳ πτωχός.
- πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων,
- ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλαων.