Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον
  2. καὶ πάντας τοὺς προσάγοντας θηρίοις ;
  1. οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ
  2. καὶ συνφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.
  1. ὤραν μετὰ σοῦ διαμενεῖ,
  2. καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ.
  1. καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρός,
  2. καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς
  3. βόθρον·
  4. (16)ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός,
  5. [*](§ C)
  6. §καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφʼ αἵματος·
  1. κακὰ ἂν ὑπαντήσῃ σοι, εὑρήκεις αὐτὸν πρότερον ἐκεῖ σου,
  2. (18)κοὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου·
  1. κινήσει τὴν κεφαλὴν αὐτοῦ
  2. καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ,
  3. [*](U+05D0AC)[*](11 συγκεκυφως BᵇU+05D0 | τη ψυχη A | κατιωσεν BU+05D0c.a (καθιωσεν U+05D0*)] κατι- ωται A 12 σεαυτω U+05D0A | ανατρεψας] αναστρεψας U+05D0Α | του τοπου U+05D0c.a | εσχατων U+05D0Α | κατανυγηση] + μη δεσμευσης δις αμαρτιαν| εν γαρ μια ουκ αθω- ωθηση Bᵃᵇ ᵐᵍ sup 13 ελεηση U+05D0 | παντες Β 14 συνφυρομενον (συμφ. BᵇU+05D0)] συμφερομενον A 15 καρτερηση] ρτερηση sup ras Aᵃ 16 γλυ- καινει U+05D0* (-κανει U+05D0?) | εχθρος 1⁰] + και πολλα ψιθυρισει και ερει σοι καλα λεγων Bᵃᵇ ᵐᵍ inf | τη καρδια] om τη U+05D0* (hab τη U+05D0c.a) | βουλευσεται] τ sup ras Aᵃ | ανατρεψαι] αναστρεψαι U+05D0 | om εν 3° U+05D0* (hab U+05D0c.a) | om ουκ C 17 αν] εαν U+05D0A | υπαντησει C | προτερον] ρ 1⁰ sup ras A | σου εκει U+05D0c.a C 18 την κεφαλην αυτου κινησει U+05D0Α (κειν.) C | om αυτου 2⁰ U+05D0* (hab U+05D0c.a))
    669
  4. καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον
  5. [*](B)
  6. αὐτοῦ.
  1. Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται,
  2. καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ.
  1. βάρος ὑπέρ σέ μὴ ἄρης.
  2. καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιαωτέρῳ μὴ κοινώνει.
  3. (³)τί κοινωνήσει χύτρα πρὸς λέβητα;
  4. αὕτη προσκρούσει, καὶ αὕτη συντριβήσεται.
  1. πλούσιος ἠδίκησεν, καὶ αὐτὸς προσενεβριμήσατο·
  2. πτωχὸς ἠδίκηται, καὶ αὐτὸς προσδεηθήσεται.
  1. ἐὰν χρησιμεύσῃς. ἐργᾶται ἐν σοί
  2. καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε·
  1. ἐὸν ἔχῃς. συμβιώσεταί σοι
  2. καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει·
  1. χρείαν ἔσχηκέν σου, καὶ ἀποπλανήσει σε,
  2. καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδαλαλήσει
  3. σοι καλὰ καὶ ἐρεῖ Τίς ἡ χρεία σου;