Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἔητιν κοπιῶν καὶ πονῶν καὶ σπεύδων,
  2. καὶ τόσῳ μᾶλλον ὑστερεῖται.
  1. ἔστιν νωθρὸς καὶ προσδεόμενος ἀντιλήμψεως,
  2. ὑστερῶν ἰσχύι καὶ πτωχείᾳ περισσεύει·
  3. (13)καὶ οἱ ὀφθαλμοὶ Κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά.
  4. καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ.
  1. καὶ ἀνύψωσεν κεφαλὴν αὐτοῦ,
  2. καὶ ἀπεθαύμασαν ἐπʼ αὐτῷ πολλοί
  1. ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος,
  2. [*](2 ανθρωπον] ανδρα U+05D0C | ορασει] θρασει U+05D0 (καλλ incep U+05D0* improb U+05D0¹) U+05D0ΑC 3 μελισσα] pr η U+05D0C | αυτης] + εστι U+05D0c.a 4 om εν 3⁰ U+05D0A 6 δυναστοι U+05D0* (-παι U+05D0c.a) | εταιρων] ετερων BᵃᵇAC 7 πριν] + η U+05D0A 8 om η U+05D0AC 9 om χρεια U+05D0AC*ᵛⁱᵈ (hab χρια Cᵃ) 10 πραξις A | εαν 1⁰] +γαρ U+05D0 | αθωωθηση Bᵃfortᵇ (αθσωθ. B*AC αθωοθ. U+05D0c.a)] αθωος εση U+05D0* 11 τοσω B*U+05D0c.aC) τοσουτω Bᵃfort b U+05D0* ποσω A 12 εστι A | om και 1⁰ U+05D0* (hab κ U+05D0c.a) A | προσδεομενος] δεομενος C | ισχυι] pr εν U+05D0c.a c.c | πτωχια C | περισσευων U+05D0 | ο οφθαλμος U+05D0* (οι οφθαλμοι U+05D0c.a) | επεβλεψεν U+05D0* (-ψαν U+05D0c.a) | ανωρθω- σαν C 13 απεθαυμασαν] ανεθαυμασαν A?vⁱᵈ εθαυμασαν Ca 14 κακα] κα B* (κακα Bᵃfortᵇ))
    666
    [*](B)
  3. πταχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστίν.
[*](¶ C)
  1. Δόσις Κυρίου παραμένει εὐσεβέσιν,¶
  2. καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδααοθήσεται.
  1. ἔστιν πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ,
  2. καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ·
  1. ἐν τῷ εἰπεῖν αὐτόν Εὗρον ἀνάπαυσιν,
  2. καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου,
  3. (20)καὶ οὐκ οἶδεν τίς καιρὸς παρελεύσεται,
  4. καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται.
  1. στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ,
  2. καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.
  1. μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ·
  2. πίστευε τῷ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου·
  3. (23)ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου διὰ τάχους ἐξάπινα πλου·
  4. τίσαι πένητα.
  1. εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς,
  2. καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.
  1. μὴ εἴπῃς Τίς ἐστίν μου χρεία,
  2. καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά;
  1. μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν,
  2. καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι ;
  1. ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν,
  2. καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·
  1. ὅτι κοῦφον ἔναντι Κυρίου ἐν ἡμέρᾳ τελευτῆς
  2. ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ.
  1. κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς,
  2. καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.
  1. πρὸ τελευτῆς μὴ μακάριζε μηδένα,
  2. καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ.
  1. Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου·
  2. πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου.
[*](U+05D0AC)[*](14 πτωχια C 17 δοσεις A | ευσεβεσιν] ευλαβεσιν U+05D0c.a | ευοδωθη- σεται] ευ δοθησεται 18 πλουτων] υ sup ras Aa | του μισθου] pr απο U+05D0* (om απο U+05D0c.a) 21 πιστευε] + δε U+05D0A | τω κυριω] om τω U+05D0A | πλουτησοι A 22 εν μισθω] εμμεσω A 23 μου 2⁰] μοι U+05D0* (μου U+05D0c.a) | τα αγαθα] om τα U+05D0* (hab τα U+05D0c.a) 25 αγαθων] αγαθη A 26 εναντι] εν οφθαλμοις A 27 αποκαλυψεις U+05D0A 28 om ανηρ A)
667
  1. πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ·
  2. οὕτως καρδία ὑπερηφάνου,
  3. καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν.
  1. τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει,
  2. καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον.
  1. ἀπὸ σπινθῆρος πυρὸς πληθυνθήσεται ἀνθρακιά,
  2. καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει.