Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- γτλούσιος καὶ ἔνδοξος καὶ πτωχός,
- τὸ καύχημα αὐτῶν φόβος Κυρίου.
- οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν,
- καὶ οὐ καθῆκεν δοξάσαι ἄνδρα ἁμαρτωλόν.
- μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται,
- καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν
- κύριον.
- οἰκέτῃ σοφῷ ἐλεύθεροι λειτουργήσουσιν,
- καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει.
- Μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου,
- καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου.
- κρείσσων ἐργαζόμενος ἐν πᾶσιν ἢ περιπατῶν,
- ἢ δοξαζόμενος καὶ ἀπορῶν ἄρτων.
- τέκνον, ἐν πρᾳύτητι δόξασον τὴν ψυχήν σου,
- καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς.
- τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει;
- καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ;
- πτωχὸς δοξάζεται δι᾿ ἐπιστήμην αὐτοῦ,
- καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ.
- ὁ δὲ δοξαζόμενος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς;
- καὶ ὁ ἄδοξος ἐν πλούτῳ, ἐν πτωχείᾳ ποσαχῶς