Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- Κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ,
- καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται.
- κατὰ τὸν κριτὴν τοῦ λαοῦ αὐτοῦ οὕτως καὶ οἱ λειτουργοὶ
- αὐτοῦ,
- καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες
- αὐτὴν.
- βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ,
- καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν.
- ἐν χειρὶ Κυρίου ἐξουσία τῆς γῆς.
- καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπʼ αὐτῆς.
- ἐν χειρὶ Κυρίου εὐοδία ἀνδρός,
- καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ.
- Ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον,
- καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως.
663
- μισητὴ ἔναντι Κυρίου καὶ ἀνθρώπων ὑπερηφανία, [*](B)
- καὶ ἐξ ἀμφοτέρων πλημμελήσει ἄδικα.
- βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται
- διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα.
- τί ὑπερηφανεύεται γῆ καὶ σποδός;
- ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ.
- μακρὸν ἀρρώστημα, σκώπτει ἰατρός·
- καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει.
- ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ
- θηρία, σκώληκας.
- ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφισταμένου ἀπὸ Κυρίου,
- (15)καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ.
- ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία,
- καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα.
- (16)διὰ τοῦτο παρεδόξασεν Κύριος τὰς ἐπαγωγάς.
- καὶ κατέστρεψεν εἰς τέλος αὐτοὺς·
- θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος.
- καὶ ἐκάθισεν πρᾳεῖς ἀντʼ αὐτῶν·
- ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ κύριος.
- καὶ ἐφύτευσεν ταπεινοὺς ἀντʼ αὐτῶν·
- χώρας ἐθνῶν κατέστρεψεν ὁ κύριος.
- καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς·
- ἐξήρανεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτούς,
- καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν.
- οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία,
- οὐδὲ ὀργὴ θυμοῦ γεννήμασιν γυναικῶν.
- σπέρμα ἔντιμον ποῖον; σπέρμα ἀνθρώπου·
- σπέρμα ἔντιμον ποῖον; οἱ φοβούμενοι τὸν κύριον.
- σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνθρώπου· [*](7 υπερηφανια] pr η U+05D0c.a c.c | πλημμεληση U+05D0*A πλημμελια U+05D0c.a | αδικια U+05D0AC U+05D0Α αδικιαν C 8 υβρις U+05D0A 9 τι] + η C | υπερηφανευται C | εν ζωη ερριψα] και εν γη αυτου εκριψι U+05D0c.a 10 σκοπτει C | ιατρον U+05D0c.a | σημερον και αυριον] σ. και αυτος αυριον U+05D0c.a ος σ. αυριον δε U+05D0c.a | τελευτησει] τελευτα C 11 αποθνειν U+05D0* (αποθαν. U+05D0¹) | ανθρωπον] αυτον C | om σκωληκας U+05D0* κ σκω- ληκες U+05D0c.a και σκωληκας AC 12 απεστη] αφεστη C 13 υπερηφανια A* (-νιας Aᵃ?) | αμαρτιας A* (-τια Aᵃ?⁽ᵛⁱᵈ) | τελος] τελου A 15 εξετιλεν U+05D0c.a (vid),c.c C (-τειλ. ΒA)] εξειλεν U+05D0* | ο κυριος] om ο U+05D0 16 εως] εκ U+05D0c.aC 17 εξηρανεν] εξηρεν U+05D0ΑC | εξ ουτων] αυτους U+05D0c.aA αυτας C | αυτους] αυτας C | απο] εκ U+05D0 18 γεννημασιν (-σι U+05D0)] pr εν U+05D01(vid)c.a 19 σπερμα...ανθρωπου (1°) ras C?)
- σπέρμα ἄτιμον ποῖον; οἱ παραβαίνοντες ἐντολάς.
664
[*](B)- ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος.
- καὶ οἱ φοβούμενοι Κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ.