Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- προτέρα πάντων ἔκτισται σοφία,
- καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνυς.
- ῥίζα σοφίας τίνι ἀπεκαλύφθη;
- καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;
- εἷς ἐστὶν σοφός, φοβερὸς σφόδρα,
- καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ.
- Κύριος ⁹αὐτὸς ἔκτισεν αὐτήν,
- καὶ ἴδεν καὶ ἐξηρίθμησεν αὐτήν,
- (10)καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ,
- μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ,
- καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.
- φόβος Κυρίου δόξα καὶ καύχημα
- καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.
- φόβος Κυρίου τέρψει καρδίαν,
- καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.
- τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπʼ ἐσχάτων,
- καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν.
- ἀρχὴ σοφίας φοβεῖσθαι τὸν θεόν,
- καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς·
- καὶ μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν, [*](Ιnscr σοφια Σειραχ B σ. Ιησου υιου Σειραχ U+05D0 σ. Ι. υιου Σιραχ AC U+05D0ΑC I 1—2 omnia evan in C 2 ημεραν U+05D0* (-ρας U+05D0c.ᵃ) 3 ουρανου] υρανου U+05D0*A* (ουρ. U+05D0c.ᵃ, c.c Aa) | τις εξ sup ras B?ᵛiᵈ 6 πανουργηματα U+05D0AC 9 ειδεν U+05D0C 10 εχορηγησεν] ε[χορηγει] Cᵛⁱᵈ 11 ευ. φροσυνη...αγαλλιαματος] δωσει ευφροσυνην και χαραν και μακροημερευσιν 13 εσχατω U+05D0* (-των U+05D0c.ᵃ) | ευρησει χαριν] ευλογηθησεται U+05D0ACᵛⁱᵈ 14 φο- βεισθαι (-σθε B* -σθαι Bᵃᵇ : item 16, 20) τον θεον] φοβεισθαι τον κν U+05D0A φοβος κ[υ] C 15 om και 1⁰ U+05D0A)
- καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.
646
[*](B)- πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον.
- καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς·
- πάντα τὸν οἶκον αὐτῆς ἐμπλήσει ἐπιθυμημάτων,
- καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς.
- στέφανος σοφίας φόβος Κυρίου,
- ἀναθάλλων εἰρήνην καὶ ὑγείαν ἰάσεως.
- καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν,
- (24)ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν,
- καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν.
- ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον.
- καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.
- Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι·
- ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.
- ἕως καιροῦ ἀνθέξεται μακρόθυμος,
- καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη·
- ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ,
- καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.