Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ,
- καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.
- ἐν θησαυροῖς σοφίας παραβολὴ· ἐπιστήμης,
- βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.
- ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς,
- καὶ Κύριος χορηγήσει σοι αὐτήν.
- σοφία γὰρ καὶ παιδεία φόβος Κυρίρυ,
- καὶ ἡ εὐδοκία αὐτοῦ (35)πίστις καὶ πρᾳότης.
- μὴ ἀπειθήσῃς φόβῳ Κυρίου,
- καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.
- μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπαν,
- καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε.
647
- μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς [*](B)
- καὶ ἐπαγάγῃς· τῇ ψυχῇ σου ἀτιμίαν,
- (39)καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου.
- καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε,
- (40)ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου,
- καὶ ἡ καρδία σου πλήρης δόλου.
- Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ θεῷ,
- ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·
- εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον,
- καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·