Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους, καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.

μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.

μὴ ὀνείδιζε ἄνθρωπον ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις.

μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ, καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσι.

μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ τῷ ἐχθροτάτῳ σου· μνήσθητι ὅτι πάντες τελευτῶμεν.

μὴ παρίδης διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου·

ὅτι παρ’ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν εὐμαρῶς.

μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ’ αὐτῶν μαθήση [*](153 1) σύνεσιν· καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν.

μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ

11
φλογὸς αὐτοῦ.

μὴ ἐξαναστῇς ἀπὸ προσώπου ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.

μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου, καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου.

μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου, καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτίσων φρόντισον.