Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβη κακά·

ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ ἁμαρτία.

υἱέ, μὴ σπεῖρε ἐπ’ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλάσια.

μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.

μὴ δικαιοῦ ἔναντι κυρίου, καὶ παρὰ βασιλεῖ μὴ σοφίζου.

μὴ ζήτει γενέσθαι κριτής, καὶ οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας·

μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου, καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου.

μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως, καὶ οὐ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ.

μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν, ἐν γὰρ μιᾷ οὐκ ἀθῷος

ἔσῃ. μὴ εἴπῃς· τῷ πλήθει τῶν δώρων μου ἐπόψεται, καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται.

[*](152 1)

μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου, καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδης.

μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν ψυχῆς αὐτοῦ· ἔστι γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν.

μὴ ἀροτρία ψεῦδος ἐπ’ ἀδελφῷ σου, μηδὲ φίλῳ τὸ ὅμοιον ποίει.

μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος· ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.

μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων, καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου.

μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην.

μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν·

μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ. ταπείνωσον σφόδρα τὴν ψυχήν σου· ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ.

μὴ ἀλλάξῃς φίλον ἀδιαφόρου κατὰ μηδὲ ἕν, μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ ΣουΦείρ.

μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς, ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον.

μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ·