Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ, καὶ ἐν ὅλη δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς.

ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι· καὶ ἐγκρατὴς [*](151 2) γενόμενος μὴ ἀφῇς αὐτήν·

ἐπ’ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην·

καὶ ἔσονταί σοι αἱ πέδαι αὐτῆς εἰς σκέπην ἰσχύος, καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης.

κόσμος γὰρ χρύσεος ἐστιν ἐπ’ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον·

στολὴν δόξης ἐνδύσῃ αὐτήν, καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ.

ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου, πανοῦργος ἔση.

ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ σύνεσιν, καὶ ἐὰν κλίνης τὸ οὖς σου, σοφὸς ἔση.

ἐν πλήθει πρεσβυτέρων στῆθι· καὶ τίς σοφός; αὐτῷ προσκολλήθητι.

πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι, καὶ παροιμίαι συνέσεως μὴ ἐκΦευγέτωσάν σε.

ἐὰν ἴδῃς ἄνδρα συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποὺς σου.

διανοοῦ ἐν τοῖς προστάγμασι κυρίου τελείως, καὶ ἐν ταῖς ἐντολαῖς [*](28 Cod. ἐπεσχάτων 34 Cod. prima manu σοὶ : secunda σοφ ο)

9
αὐτοῦ μελέτα διὰ παντός. αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι.

μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβη κακά·

ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ ἁμαρτία.

υἱέ, μὴ σπεῖρε ἐπ’ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλάσια.

μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.