Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ.

φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι τὸν κύριον εὑρήσουσιν αὐτόν.

ὁ φοβούμενος Κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ, ὅτι κατ’ αὐτὸν οὕτως καὶ οἱ πλησίον αὐτοῦ.

τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑ ῥήσεις σοφίαν·

καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς. ἐν γὰρ τῆ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις, καὶ ταχὺ φάγεσαι ἀπὸ τῶν γενημάτων αὐτῆς.

ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος.

ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ’ αὐτῷ· καὶ οὐ χρονιεῖ ἀπορρίψαι αὐτήν.

σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστι, καὶ οὐ πολλοῖς ἐστι φανερά.

ἄκουσον, τέκνον, καὶ ἔκλεξαι γνώμην μου, καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου·

καὶ εἰσένεγκαι τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς, καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου·

ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτήν, καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς.

ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ, καὶ ἐν ὅλη δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς.

ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι· καὶ ἐγκρατὴς [*](151 2) γενόμενος μὴ ἀφῇς αὐτήν·

ἐπ’ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην·

καὶ ἔσονταί σοι αἱ πέδαι αὐτῆς εἰς σκέπην ἰσχύος, καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης.

κόσμος γὰρ χρύσεος ἐστιν ἐπ’ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον·

στολὴν δόξης ἐνδύσῃ αὐτήν, καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ.

ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου, πανοῦργος ἔση.

ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ σύνεσιν, καὶ ἐὰν κλίνης τὸ οὖς σου, σοφὸς ἔση.

ἐν πλήθει πρεσβυτέρων στῆθι· καὶ τίς σοφός; αὐτῷ προσκολλήθητι.