Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

Προσευχὴ Ἰησοῦ υἱοῦ Σιράχ.

ἐξομολογήσομαί σοι, κύριε βασιλεῦ, καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου,

ἐξομολογοῦμαι τῷ ὀνόματί σου, ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι, καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης, ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος, καὶ ἔναντι τῶν ἀνθεστηκότων μοι ἐγένου βοηθός, καὶ ἐλυτρώσω με κατὰ τὸ πλῆθος τοῦ ἐλέους τοῦ ὀνόματός σου ἐκ βρυγμῶν ἕτοιμον εἰς βρῶμα·

ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου, ἐκ πλείονων θλίψεων ὧν ἔσχον,

ἀπὸ πνιγμοῦ πυρὸς κυκλόθεν·

ἐκ μέσου πυρὸς οὐκ ἐξέκαυσα καὶ ἐκ βάθους κοιλίας καὶ ἀπὸ

  • γλώσσης
  • ἀκαθάρτου καὶ ἐκ λόγου ψευδοῦς.

    βασιλεῖ διαβολὴ ἐκ γλώσσης ἀδίκου· ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου, καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κατωτάτου·

    περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν, ἐνέβλεπον εἰς ἀντίληψιν ἀνθρώπων, καὶ οὐκ ἦν·

    καὶ ἐμνήσθην τοῦ ἐλέους σου, Κύριε, καὶ τῆς ἐργασίας ταύτης ἀπ’ αἰῶνος·

    ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε, καὶ σώζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν.

    καὶ ἀνύψωσα ἀπὸ ὀργῆς ἱκετείαν μου καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην·