Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη δοχεῖα ὑδάτων, χαλκὸς ὡσεὶ θαλάσσης τὸ περίμετρον·

ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως, καὶ ἐνισχύσας πόλιν καὶ πολιορκήσας.

ἐδοξάσθης ἐν περιστροφῇ λαοῦ, ἐν ἐξόδῳ οἴκου καταπετάσματος.

ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφελῶν, ὡς σελήνη πλήρης ἐν ἡμέραις αὐτῆς, καὶ ὡς τόξον φωτίζον νε- φέλας δόξης·

ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν Ὑψίστου, ὡς ὄνθος ῥόδων ἐν ἡμέραις νέων·

ὡσεὶ κρίνα ἐπ’ ἐξόδῳ ὕδατος, ὡς βλαστὸς λιβάνου ἐν ἡμέραις θέρους·

ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρείου· ὡς σκεῦος χρυσίου ὁλοσφύρατον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ·

ὡς ἐλαία εὐπρεπὴς ἀναθάλλουσα καρπούς, καὶ ὡς κυπάρισσος ὑψουμένη νεφέλαις.

ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης, καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος·

ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου, ἐδόξασε περιβολὴν ἁγιάσματος·